Font Size
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33-37
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33-37
SBL Greek New Testament
33 βλέπετε [a]ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· 34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, [b]ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35 γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, [c]ἢ ὀψὲ ἢ [d]μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, 36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· 37 [e]ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:33 ἀγρυπνεῖτε WH NIV ] + καὶ προσεύχεσθε Treg RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:34 ἑκάστῳ WH Treg NIV ] καὶ ἑκάστῳ RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 ἢ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:35 μεσονύκτιον WH Treg NIV ] μεσονυκτίου RP
- ΚΑΤΑ ΜΑΡΚΟΝ 13:37 ὃ WH Treg NIV ] Ἃ RP
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software